Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.66 Dem. 43.68 (English) >>Dem. 43.71

43.67ἀκούετε, ἄνδρες δικασταί, ὅτι ταὐτὰ λέγει τε Σόλων ἐν τοῖς νόμοις καὶ θεὸς ἐν τῇ μαντείᾳ, κελεύων τοῖς κατοιχομένοις ποιεῖν τοὺς προσήκοντας ἐν ταῖς καθηκούσαις ἡμέραις. ἀλλὰ τούτων οὐδὲν ἔμελεν Θεοπόμπῳ οὐδὲ Μακαρτάτῳ τουτῳί, ἀλλὰ τοῦτο μόνον, τὰ μὴ προσήκοντα ἑαυτοῖς ἔχειν, καὶ ἐγκαλεῖν ὅτι πολὺν χρόνον ἐχόντων ἑαυτῶν τὸν κλῆρον νυνὶ ἀγωνίζονται. ἐγὼ δὲ ᾤμην, ἄνδρες δικασταί, προσήκειν τὸν τἀλλότρια ἀδίκως ἔχοντα οὐκ ἐγκαλεῖν, εἰ πλείω χρόνον εἶχεν, ἀλλὰ χάριν εἰδέναι, μὴ ἡμῖν, ἀλλὰ τῇ τύχῃ, ὅτι πολλαὶ καὶ ἀναγκαῖαι διατριβαὶ ἐγένοντο ἐν τῷ μεταξὺ χρόνῳ, ὥστε νῦν περὶ τούτων ἀγωνίζεσθαι.

43.68οὗτοι μὲν οὖν τοιοῦτοί εἰσιν ἄνθρωποι, ἄνδρες δικασταί, καὶ μέλει αὐτοῖς οὐδὲν οὔτε τοῦ οἴκου ἐξερημουμένου τοῦ Ἁγνίου οὔτε τῶν ἄλλων ὅσα παρανομοῦσιν· οἵτινές γε, Ζεῦ καὶ θεοί, τὰ μὲν ἄλλα τί ἄν τις λέγοι περὶ τούτων; πολλὰ γὰρ ἂν εἴη λέγειν· ἓν δὲ παρανομώτατον καὶ μιαρώτατον διαπεπραγμένοι εἰσίν, καὶ μάλιστα ἐνδεικνύμενοι ὅτι οὐδὲν αὐτοῖς μέλει πλὴν τοῦ πλεονεκτεῖν· 43.69οὐ γὰρ ἔφθη Θεόπομπος τὴν ἐπιδικασίαν ποιησάμενος τοῦ κλήρου τοῦ Ἁγνίου τὸν τρόπον τοῦτον ὃν ὑμεῖς ἀκηκόατε, καὶ εὐθὺς ἐνεδείξατο ὅτι τὰ οὐδὲν προσήκοντα ἑαυτῷ ἔχειν ἐνόμιζεν. γὰρ ἦν πλείστου ἄξιον ἐν τοῖς χωρίοις τοῖς Ἁγνίου καὶ ἐθαυμάζετο μάλιστα ὑπὸ τῶν προσχώρων καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, αἱ ἐλᾶαι, ταύτας ἐξώρυττον καὶ ἐξεπρέμνιζον, πλέον χίλια στελέχη, ὅθεν ἔλαιον πολὺ ἐγίγνετο. ταύτας οὗτοι ἀπέδοντο ἐκπρεμνίσαντες, καὶ ἀργύριον ὑπέρπολυ ἔλαβον. καὶ ταῦτʼ ἐποίουν οὗτοι ἐπιδίκου ὄντος τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τὸν νόμον, καθʼ ὅνπερ οὗτοι τὴν τουτουὶ μητέρα προσεκαλέσαντο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.66 Dem. 43.68 (English) >>Dem. 43.71

Powered by PhiloLogic